Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.105.1 | Hdt. 8.106.3 (English) | >>Hdt. 8.107.1 |
8.106.1
ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι , ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην , τὴν Χῖοι μὲν νέμονται Ἀταρνεὺς δὲ καλέεται , εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα .
8.106.2 ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους , πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς διʼ ἐκεῖνον ἔχοι ἀγαθά , δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ , ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα .
8.106.3 ὡς δὲ ἄρα πανοικίῃ μιν περιέλαβε , ἔλεγε ὁ Ἑρμότιμος τάδε · “ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπʼ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε , τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο , ἢ σὲ ἢ τῶν σῶν τινα , ὅτι με ἀντʼ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι ; ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε · οἳ σε ποιήσαντα ἀνόσια , νόμῳ δικαίῳ χρεώμενοι , ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς , ὥστε σε μὴ μέμψασθαι τὴν ἀπʼ ἐμέο τοι ἐσομένην δίκην .”
8.106.4 ὡς δέ οἱ ταῦτα ὠνείδισε , ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν , ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα · αὐτοῦ τε , ὡς ταῦτα ἐργάσατο , οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον . Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.105.1 | Hdt. 8.106.3 (English) | >>Hdt. 8.107.1 |